Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.315 Joseph. AJ 19.321 (English) >>Joseph. AJ 19.327

19.319τούτων οὖν τὸ πλεονάζον ὀνειδισμὸς ἐδόκει· διὸ προσάντως βασιλεὺς ἐδέχετο τὴν ἀταμίευτον παρρησίαν τἀνδρός· οὐχ ἡδεῖαι γὰρ αἱ τῶν ἀδόξων χρόνων ἀναμνήσεις, εὐήθης δὲ διηνεκῶς ποτε ὠφέλησεν προφέρων. 19.320τέλος γοῦν ἀνηρέθισε σφόδρα Σίλας τοῦ βασιλέως τὸν θυμὸν κἀκεῖνος ὀργῇ πλέον λογισμῷ διδοὺς οὐ τῆς ἐπαρχίας μόνον μετέστησε τὸν Σίλαν, ἀλλὰ καὶ παρέδωκεν δεθησόμενον εἰς τὴν ἐκείνου πατρίδα πέμψας. 19.321χρόνῳ δὲ τὸν θυμὸν ἠμβλύνθη καὶ λογισμοῖς εἰλικρινέσι τὴν περὶ τἀνδρὸς κρίσιν ἐφῆκεν ἐν νῷ λαμβάνων ὅσους ὑπὲρ ἐκείνου πόνους ἐκεῖνος ἀνέτλη. ἡμέραν οὖν ἑορτάζων αὐτοῦ γενέθλιον, ὅτε πᾶσιν ὧν ἦρχεν εὐφροσύνη καθίσταντο θαλίαι, τὸν Σίλαν ἀνεκάλει παραυτίκα συνέστιον αὐτῷ γενησόμενον. 19.322τῷ δέ, τρόπος γὰρ ἐλευθέριος ἦν, ἐδόκει προσειληφέναι δικαίαν αἰτίαν ὀργῆς, ἣν οὐκ ἀπεκρύπτετο πρὸς τοὺς μετιόντας αὐτὸν λέγων· 19.323ἐπὶ ποίαν βασιλεὺς τιμὴν ἀνακαλεῖ με τὴν μετὰ μικρὸν ἀπολουμένην; οὐδὲ γὰρ τὰ πρῶτά μοι γέρα τῆς εἰς αὐτὸν εὐνοίας ἐτήρησεν, ἀπεσύλησεν δʼ ὑβρίσας. 19.324 πεπαῦσθαι νενόμικέ με τῆς παρρησίας, ἣν ἀπὸ ποίου συνειδότος ἔχων βοήσομαι μᾶλλον, ὅσων αὐτὸν ἐξελυσάμην δεινῶν, ὅσους ἤνεγκα πόνους ἐκείνῳ ποριζόμενος σωτηρίαν τε καὶ τιμήν, ὧν γέρας ἠνεγκάμην δεσμὰ καὶ σκότιον εἱρκτήν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.315 Joseph. AJ 19.321 (English) >>Joseph. AJ 19.327

Powered by PhiloLogic